Add parallel Print Page Options

32 Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν [a]καρδία καὶ [b]ψυχὴ μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων [c]αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ’ ἦν αὐτοῖς [d]πάντα κοινά. 33 καὶ [e]δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι [f]τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ, χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34 οὐδὲ γὰρ ἐνδεής τις [g]ἦν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων 35 καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν. 36 [h]Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων, ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως, Λευίτης, Κύπριος τῷ γένει, 37 ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν [i]παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

Read full chapter

Footnotes

  1. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:32 καρδία WH Treg NIV ] ἡ καρδία RP
  2. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:32 ψυχὴ WH Treg NIV ] ἡ ψυχὴ RP
  3. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:32 αὐτῷ WH Treg NIV ] αὐτῶν RP
  4. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:32 πάντα WH ] ἅπαντα Treg NIV RP
  5. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:33 δυνάμει μεγάλῃ WH Treg NIV ] μεγάλῃ δυνάμει RP
  6. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:33 τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ Treg NIV RP ] τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH
  7. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:34 ἦν WH Treg NIV ] ὑπῇρχεν RP
  8. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:36 Ἰωσὴφ WH Treg NIV ] Ἰωσῆς RP
  9. ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ 4:37 παρὰ WH Treg RP ] πρὸς NIV